1.144 κατά περ οἱ ἐκ τῆς πενταπόλιος νῦν χώρης Δωριέες , πρότερον δὲ ἑξαπόλιος τῆς αὐτῆς ταύτης καλεομένης , φυλάσσονται αἰνῶς μηδαμοὺς ἐσδέξασθαι τῶν προσοίκων Δωριέων ἐς τὸ Τριοπικὸν ἱρόν , ἀλλὰ καὶ σφέων αὐτῶν τοὺς περὶ τὸ ἱρὸν ἀνομήσαντας ἐξεκλήισαν τῆς μετοχῆς . Ἐν γὰρ τῷ ἀγῶνι τοῦ Τριοπίου Ἀπόλλωνος ἐτίθεσαν τὸ πάλαι τρίποδας χαλκέους τοῖσι νικῶσι , καὶ τούτους χρῆν τοὺς λαμβάνοντας ἐκ τοῦ ἱροῦ μὴ ἐκφέρειν ἀλλ’ αὐτοῦ ἀνατιθέναι τῷ θεῷ . Ἀνὴρ ὦν Ἁλικαρνησσεύς , τῷ οὔνομα ἦν Ἀγασικλέης , νικήσας τὸν νόμον κατηλόγησε , φέρων δὲ πρὸς τὰ ἑωυτοῦ οἰκία προσεπασσάλευσε τὸν τρίποδα . Διὰ ταύτην τὴν αἰτίην αἱ πέντε πόλιες , Λίνδος καὶ Ἰήλυσός τε καὶ Κάμειρος καὶ Κῶς τε καὶ Κνίδος , ἐξεκλήισαν τῆς μετοχῆς τὴν ἕκτην πόλιν Ἁλικαρνησσόν . Τούτοισι μέν νυν οὗτοι ταύτην τὴν ζημίην ἐπέθηκαν . ʹ
1.145 Δυώδεκα δέ μοι δοκέουσι πόλις ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλέονας ἐσδέξασθαι τοῦδε εἵνεκα , ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον δυώδεκα ἦν αὐτῶν μέρεα , κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκά ἐστι μέρεα , Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος , μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί , ἐν τῇ Κρᾶθις ποταμὸς αἰείναός ἐστι , ἀπ’ ὅτεο ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε , καὶ Βοῦρα καὶ Ἑλίκη , ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες , καὶ Αἴγιον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος , ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί , καὶ Δύμη καὶ Τριταιέες , οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι .