1.142 Οἱ δὲ Ἴωνες οὗτοι , τῶν καὶ τὸ Πανιώνιόν ἐστι , τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόλις πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν · οὔτε γὰρ τὰ ἄνω αὐτῆς χωρία τὠυτὸ ποιέει τῇ Ἰωνίῃ οὔτε τὰ κάτω , οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἑσπέρην , τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα , τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος . Γλῶσσαν δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι , ἀλλὰ τρόπους τέσσερας παραγωγέων . Μίλητος μὲν αὐτῶν πρώτη κεῖται πόλις πρὸς μεσαμβρίην , μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη · αὗται μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι . Αἵδε δὲ ἐν τῇ Λυδίῃ · Ἔφεσος , Κολοφών , Λέβεδος , Τέως , Κλαζομεναί , Φώκαια · αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν , σφίσι δὲ ὁμοφωνέουσι . Ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες , τῶν αἱ δύο μὲν νήσους οἴκηνται , Σάμον τε καὶ Χίον , δὲ μία ἐν τῇ ἠπείρῳ ἵδρυται , Ἐρυθραί · Χῖοι μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται , Σάμιοι δὲ ἐπ’ ἑωυτῶν μοῦνοι .