9.28 Ἐξηγέεσθε δὲ ὡς πεισομένων . ʹ Οἱ μὲν ταῦτα ἀμείβοντο · Λακεδαιμονίων δὲ ἀνέβωσε ἅπαν τὸ στρατόπεδον Ἀθηναίους ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας περ Ἀρκάδας . Οὕτω δὴ ἔσχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο τοὺς Τεγεήτας . ʹ Μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων . Τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι · τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι , περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι . Προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς · τούτων δ’ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι . Μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι , παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτειδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους . Τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι , τούτων δὲ Σικυωνίων τρισχίλιοι . Τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι · παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι , Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι , τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι , τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι · παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι . Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι , τούτων δὲ Χαλκιδέες τετρακόσιοι , τούτων δὲ Ἀμπρακιωτέων πεντακόσιοι . Μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν , τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι . Μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν · παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι · εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι · τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο , κέρας ἔχοντες τὸ εὐώνυμον , ὀκτακισχίλιοι · ἐστρατήγεε δ’ αὐτῶν Ἀριστείδης Λυσιμάχου . .