1.82 Ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα . Τοῖσι δὲ καὶ αὐτοῖσι , τοῖσι Σπαρτιήτῃσι , κατ’ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης . Τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι . Ἦν δὲ καὶ μέχρι Μαλέων πρὸς ἑσπέρην Ἀργείων , τε ἐν τῇ ἠπείρῳ χώρη καὶ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων . Βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ , ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι , ὁκότεροι δ’ ἂν περιγένωνται , τούτων εἶναι τὸν χῶρον · τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων , τῶνδε εἵνεκεν ἵνα μή , παρεόντων τῶν στρατοπέδων , ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἐπαμύνοιεν . Συνθέμενοι ταῦτα ἀπαλλάσσοντο , λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον . Μαχομένων δέ σφεων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς , Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος , Λακεδαιμονίων δὲ Ὀθρυάδης · ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης . Οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος , δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν . Ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι . Τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν , λέγοντες οἱ μὲν ὡς ἑωυτῶν πλέονες περιγεγόνασι , οἱ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας , τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς . Τέλους δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο · πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι . Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς , πρότερον ἐπάναγκες κομῶντες , ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν , πρὶν Θυρέας ἀνασώσωνται . Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον · οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν . Τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων , Ὀθρυάδην , αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων , αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν .