1.30 Αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον . Ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου · μετὰ δέ , ἡμέρῃ τρίτῃ τετάρτῃ , κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια . Θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον , ὥς οἱ κατὰ καιρὸν ἦν , εἴρετο Κροῖσος τάδε · ʹ Ξεῖνε Ἀθηναῖε , παρ’ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης , ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας · νῦν ὦν ἐπειρέσθαι σε ἵμερος ἐπῆλθέ μοι εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον . ʹ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα , Σόλων δὲ οὐδὲν ὑποθωπεύσας , ἀλλὰ τῷ ἐόντι χρησάμενος , λέγει · ʹ βασιλεῦ , Τέλλον Ἀθηναῖον . ʹ Ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως · ʹ Κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον ; ʹ δὲ εἶπε · ʹ Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί , καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα , τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι , ὡς τὰ παρ’ ἡμῖν , τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο · γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα , καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως . ʹ