1.0 Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε , ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται , μήτε ἔργα μεγάλα τε καὶ θωμαστά , τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα , ἀκλεᾶ γένηται , τά τε ἄλλα καὶ δι’ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι .
1.1 Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς · τούτους γάρ , ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι , αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι , ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ χώρῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος · τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χώρῃ . Ἀπικομένους δὲ τοὺς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον . Πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπ’ ἧς ἀπίκοντο , ἐξεμπολημένων σφι σχεδὸν πάντων , ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλὰς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα · τὸ δέ οἱ οὔνομα εἶναι , κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνες λέγουσι , Ἰοῦν τὴν Ἰνάχου . Ταύτας στάσας κατὰ πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμὸς μάλιστα , καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπ’ αὐτάς . Τὰς μὲν δὴ πλέονας τῶν γυναικῶν ἀποφυγεῖν , τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι · ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ’ Αἰγύπτου .