Βδελυκλέων
1449 οἴμ’ ὡς ἀπολῶ σ’ αὐτοῖσι τοῖσι κανθάροις .
Χορός
1450 ζηλῶ γε τῆς εὐτυχίας
1451 τὸν πρέσβυν οἷ μετέστη
1452 ξηρῶν τρόπων καὶ βιοτῆς ·
1453 ἕτερα δὲ νῦν ἀντιμαθὼν
1454 μέγα τι μεταπεσεῖται
1455 ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν .
1456 τάχα δ’ ἂν ἴσως οὐκ ἐθέλοι .
1457 τὸ γὰρ ἀποστῆναι χαλεπὸν
1458 φύσεος , ἣν ἔχοι τις ἀεί .
1459 καίτοι πολλοὶ ταῦτ’ ἔπαθον ·
1460 ξυνόντες γνώμαις ἑτέρων
1461 μετεβάλοντο τοὺς τρόπους .
1462 πολλοῦ δ’ ἐπαίνου παρ’ ἐμοὶ
1463 καὶ τοῖσιν εὖ φρονοῦσιν
1464 τυχὼν ἄπεισιν διὰ τὴν
1465 φιλοπατρίαν καὶ σοφίαν
1466 παῖς Φιλοκλέωνος .
1467 οὐδενὶ γὰρ οὕτως ἀγανῷ
1468 ξυνεγενόμην , οὐδὲ τρόποις
1469 ἐπεμάνην οὐδ’ ἐξεχύθην .
1470 τί γὰρ ἐκεῖνος ἀντιλέγων
1471 οὐ κρείττων ἦν , βουλόμενος
1472 τὸν φύσαντα σεμνοτέροις
1473 κατακοσμῆσαι πράγμασιν ;
Ξανθίας
1474 νὴ τὸν Διόνυσον ἄπορά γ’ ἡμῖν πράγματα
1475 δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν .
1476 γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
1477 ἤκουσέ τ’ αὐλοῦ , περιχαρὴς τῷ πράγματι
1478 ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
1479 τἀρχαἶ ἐκεῖν’ οἷς Θέσπις ἠγωνίζετο ·
1480 καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1481 τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον .