Βδελυκλέων
805 ἰδού , τί ἔτ’ ἐρεῖς ; ὡς ἅπαντ’ ἐγὼ φέρω
806 ὅσαπερ ἔφασκον , κἄτι πολλῷ πλείονα .
807 ἀμὶς μέν , ἢν οὐρητιάσῃς , αὑτηὶ
808 παρά σοι κρεμήσετ’ ἐγγὺς ἐπὶ τοῦ παττάλου .
Φιλοκλέων
809 σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810 ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας .
Βδελυκλέων
811 καὶ πῦρ γε τουτί · καὶ προσέστηκεν φακῆ
812
Φιλοκλέων
τοῦτ’ αὖ δεξιόν ·
813 κἂν γὰρ πυρέττω , τόν γε μισθὸν λήψομαι .
814 αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι .
815 ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ’ ἐξηνέγκατε ;
Βδελυκλέων
816 ἵνα γ’ , ἢν καθεύδῃς ἀπολογουμένου τινός ,
817 ᾄδων ἄνωθεν ἐξεγείρῃ σ’ οὑτοσί .
Φιλοκλέων
818
Βδελυκλέων
τὸ τί ;
Φιλοκλέων
819 θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου .
Βδελυκλέων
820 πάρεστι τουτί , καὐτὸς ἅναξ οὑτοσί .
Φιλοκλέων
821 δέσποθ’ ἥρως ὡς χαλεπὸς ἄρ’ ἦσθ’ ἰδεῖν .
Βδελυκλέων
822 οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος .
Φιλοκλέων
823 οὔκουν ἔχει γ’ οὐδ’ αὐτὸς ἥρως ὢν ὅπλα .
Βδελυκλέων
824 εἰ θᾶττον ἐκαθίζου σύ , θᾶττον ἂν δίκην
825
Φιλοκλέων
κάλει νυν , ὡς κάθημαι ’γὼ πάλαι .
Βδελυκλέων
826 φέρε νυν τίν’ αὐτῷ πρῶτον εἰσαγάγω δίκην ;
827 τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ ;
828 Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν