Ξανθίας
426 τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί’ , εἰ μαχούμεθα ·
427 ὡς ἔγωγ’ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας .
Χορός
428 ἀλλ’ ἀφίει τὸν ἄνδρ’ · εἰ δὲ μή , φήμ’ ἐγὼ
429 τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος .
Φιλοκλέων
430 εἶά νυν ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι ,
431 οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ’ ὠργισμένοι ,
432 οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους .
Βδελυκλέων
433 Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα ,
434 καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί ·
435 εἰ δὲ μή , ’ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε .
436 ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον .
Χορός
437 εἰ δὲ μὴ τοῦτον μεθήσεις , ἔν τί σοι παγήσεται .
Φιλοκλέων
438 Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη ,
439 περιορᾷς οὕτω μ’ ὑπ’ ἀνδρῶν βαρβάρων χειρούμενον ,
440 οὓς ἐγὼ ’δίδαξα κλάειν τέτταρ’ ἐς τὴν χοίνικα ;