Χορός
387 οὐδὲν πείσει · μηδὲν δείσῃς . ἀλλ’ βέλτιστε καθίει
388 σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν .
Φιλοκλέων
389 Λύκε δέσποτα , γείτων ἥρως · σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι ,
390 τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς ·
391 ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ’ ἵνα ταῦτ’ ἀκροῷο ,
392 κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι .
393 ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον ·
394 κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ’ ἀποπάρδω .
Βδελυκλέων
395
Ξανθίας
τί τὸ πρᾶγμ’ ;
Βδελυκλέων
ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται .
Ξανθίας
396
Βδελυκλέων
μὰ Δί’ οὐ δῆτ’ , ἀλλὰ καθιμᾷ
397
Ξανθίας
μιαρώτατε τί ποιεῖς ; οὐ μὴ καταβήσει ;
Βδελυκλέων
398 ἀνάβαιν’ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε ,
399 ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις .
Φιλοκλέων
400 οὐ ξυλλήψεσθ’ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι ,
401 Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε ;
402 πότε δ’ , εἰ μὴ νῦν , ἐπαρήξετέ μοι , πρίν μ’ εἴσω μᾶλλον ἄγεσθαι ;