Κηρύκαινα
331 εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
332 καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
333 καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
334 καὶ ταῖσι Δηλίαισι τοῖς τ’ ἄλλοις θεοῖς ,
335 εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
336 τῷ τῶν γυναικῶν ’πικηρυκεύεται
337 Εὐριπίδῃ Μήδοις τ’ ἐπὶ βλάβῃ τινὶ
338 τῇ τῶν γυναικῶν , τυραννεῖν ἐπινοεῖ
339 τὸν τύραννον συγκατάγειν , παιδίον
340 ὑποβαλλομένης κατεῖπεν , δούλη τινὸς
341 προαγωγὸς οὖσ’ ἐνετρύλλισεν τῷ δεσπότῃ
342 πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει ,
343 μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
344 καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε ,
345 δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή ,
346 καὶ δέχεται προδιδοῦσ’ ἑταίρα τὸν φίλον ,
347 κεἴ τις κάπηλος καπηλὶς τοῦ χοῶς
348 τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται ,
349 κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
350 ἀρᾶσθε , ταῖς δ’ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
351 εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά .