Κλέων
1023 ἐγὼ μέν εἰμ’ κύων · πρὸ σοῦ γὰρ ἀπύω ·
1024 σοὶ δ’ εἶπε σῴζεσθαί μ’ Φοῖβος τὸν κύνα .
Ἀλλαντοπώλης
1025 οὐ τοῦτό φησ’ χρησμός , ἀλλ’ κύων ὁδὶ
1026 ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει .
1027 ἐμοὶ γάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνός .
Δῆμος
1028 λέγε νυν · ἐγὼ δὲ πρῶτα λήψομαι λίθον ,
1029 ἵνα μή μ’ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ .
Ἀλλαντοπώλης
1030 φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν ,
1031 ὃς κέρκῴ σαίνων σ’ ὁπόταν δειπνῇς ἐπιτηρῶν
1032 ἐξέδεταί σου τοὔψον , ὅταν σύ ποι ἄλλοσε χάσκῃς ·
1033 ἐσφοιτῶν τ’ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
1034 νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων .
Δῆμος
1035 νὴ τὸν Ποσειδῶ πολύ γ’ ἄμεινον Γλάνι .
Κλέων
1036 τᾶν ἄκουσον , εἶτα διάκρινον τόδε .
1037 ἔστι γυνή , τέξει δὲ λέονθ’ ἱεραῖς ἐν Ἀθήναις ,
1038 ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
1039 ὥστε περὶ σκύμνοισι βεβηκώς · τὸν σὺ φυλάξαι ,
1040 τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς .
1041 ταῦτ’ οἶσθ’ τι λέγει ;
Δῆμος
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ .