Δῆμος
750 οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ .
751 ἀλλ’ ἐς τὸ πρόσθε . χρὴ παρεῖν’ ἐς τὴν πύκνα .
Ἀλλαντοπώλης
752 οἴμοι κακοδαίμων ὡς ἀπόλωλ’ . γὰρ γέρων
753 οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος ,
754 ὅταν δ’ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας ,
755 κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας .
Χορός
756 νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ ,
757 καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
758 ὅτοισι τόνδ’ ὑπερβαλεῖ . ποικίλος γὰρ ἁνὴρ
759 κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν .
760 πρὸς ταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα .
761 ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
762 τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου .
Κλέων
763 τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
764 εὔχομαι , εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765 βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ ,
766 ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ ·
767 εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς ,
768 ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα .