Αἰσχύλος
1515 ταῦτα ποιήσω · σὺ δὲ τὸν θᾶκον
1516 τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
1517 καὶ διασῴζειν , ἢν ἄρ’ ἐγώ ποτε
1518 δεῦρ’ ἀφίκωμαι . τοῦτον γὰρ ἐγὼ
1519 σοφίᾳ κρίνω δεύτερον εἶναι .
1520 μέμνησο δ’ ὅπως πανοῦργος ἀνὴρ
1521 καὶ ψευδολόγος καὶ βωμολόχος
1522 μηδέποτ’ ἐς τὸν θᾶκον τὸν ἐμὸν
1523 μηδ’ ἄκων ἐγκαθεδεῖται .
Πλούτων
1524 φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525 λαμπάδας ἱεράς , χἄμα προπέμπετε
1526 τοῖσιν τούτου τοῦτον μέλεσιν
1527 καὶ μολπαῖσιν κελαδοῦντες .
Χορός
1528 πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
1529 ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας ,
1530 τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας .
1531 πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ’ ἂν οὕτως
1532 ἀργαλέων τ’ ἐν ὅπλοις ξυνόδων . Κλεοφῶν δὲ μαχέσθω
1533 κἄλλος βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις .