Νεανίας
1098 τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
1099 βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν ,
1100 κἄπειτ’ ἐπειδὰν τῆσδ’ ἀπαλλαγῶ , πάλιν
1101 φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις .
1102 ἆρ’ οὐ κακοδαίμων εἰμί ; βαρυδαίμων μὲν οὖν
1103 νὴ τὸν Δία τὸν σωτῆρ’ ἀνὴρ καὶ δυστυχής ,
1104 ὅστις τοιούτοις θηρίοις συνείρξομαι .
1105 ὅμως δ’ ἐάν τι πολλὰ πολλάκις πάθω
1106 ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ’ ἐσπλέων ,
1107 θάψαι μ’ ἐπ’ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς ,
1108 καὶ τήνδ’ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
1109 ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
1110 μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
1111 ἄνω ’πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου .