Νεανίας
1030 ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
1031 καὶ κλήμαθ’ ὑπόθου συγκλάσασα τέτταρα ,
1032 καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους ,
1033 ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας .
Γραῦς
1034 μὴν ἔτ’ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί .
Νεανίας
1035 νὴ τὸν Δί’ ἤνπερ γέ που τῶν κηρίνων ·
1036 οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ’ αὐτίκα .
Νεᾶνις
1037 ποῖ τοῦτον ἕλκεις ;
Γραῦς
τὸν ἐμὸν αὐτῆς εἰσάγω .
Νεᾶνις
1038 οὐ σωφρονοῦσά γ’ · οὐ γὰρ ἡλικίαν ἔχει
1039 παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν , ἐπεὶ
1040 μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης γυνή .
1041 ὥστ’ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον ,
1042 τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε .
Γραῦς
1043 παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
1044 ἐξηῦρες · ἀλλ’ ἐγώ σε τιμωρήσομαι .
Νεανίας
1045 νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
1046 γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου ·
1047 ὥστ’ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
1048 μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν .
Γραῦς
1049 αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050 ἕλκεις , παρ’ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων