Πραξάγορα
665 ἀπὸ τῆς μάζης ἧς σιτεῖται · ταύτης γὰρ ὅταν τις ἀφαιρῇ ,
666 οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς .
Βλέπυρος
667 οὐδ’ αὖ κλέπτης οὐδεὶς ἔσται ;
Πραξάγορα
πῶς γὰρ κλέψει μετὸν αὐτῷ ;
Βλέπυρος
668 οὐδ’ ἀποδύσουσ’ ἄρα τῶν νυκτῶν ;
Πραξάγορα
οὐκ ἢν οἴκοι γε καθεύδῃς ,
669 οὐδ’ ἤν γε θύραζ’ ὥσπερ πρότερον · βίοτος γὰρ πᾶσιν ὑπάρξει .
670 ἢν δ’ ἀποδύῃ γ’ , αὐτὸς δώσει . τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι ;
671 ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται .
Βλέπυρος
672 οὐδὲ κυβεύσουσ’ ἆρ’ ἄνθρωποι ;
Πραξάγορα
περὶ τοῦ γὰρ τοῦτο ποιήσει ;
Βλέπυρος
673 τὴν δὲ δίαιταν τίνα ποιήσεις ;
Πραξάγορα
κοινὴν πᾶσιν . τὸ γὰρ ἄστυ
674 μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ’ εἰς ἓν ἅπαντα ,
675 ὥστε βαδίζειν ὡς ἀλλήλους .
Βλέπυρος
τὸ δὲ δεῖπνον ποῦ παραθήσεις ;
Πραξάγορα
676 τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω .
Βλέπυρος
677 τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται ;
Πραξάγορα
τοὺς κρατῆρας καταθήσω
679 καὶ τὰς ὑδρίας , καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
680 τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ , κεἴ τις δειλὸς γεγένηται ,
681 ἵνα μὴ δειπνῶσ’ αἰσχυνόμενοι .
Βλέπυρος
νὴ τὸν Ἀπόλλω χάριέν γε .