Πραξάγορα
605 οὐδεὶς οὐδὲν πενίᾳ δράσει · πάντα γὰρ ἕξουσιν ἅπαντες ,
606 ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους .
607 ὥστε τί κέρδος μὴ καταθεῖναι ; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον .
Βλέπυρος
608 οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ’ οἷς ταῦτα πάρεστιν ;
Πραξάγορα
609 πρότερόν γ’ ὦταῖρ’ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν ·
610 νῦν δ’ ἔσται γὰρ βίος ἐκ κοινοῦ , τί τὸ κέρδος μὴ καταθεῖναι ;
Βλέπυρος
611 ἢν μείρακ’ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι ,
612 ἕξει τούτων ἀφελὼν δοῦναι , τῶν ἐκ κοινοῦ δὲ μεθέξει
613 ξυγκαταδαρθών .
Πραξάγορα
ἀλλ’ ἐξέσται προῖκ’ αὐτῷ ξυγκαταδαρθεῖν .
614 καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615 καὶ παιδοποιεῖν τῷ βουλομένῳ .
Βλέπυρος
πῶς οὖν οὐ πάντες ἴασιν
616 ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν ;
Πραξάγορα
617 αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται ·
618 κᾆτ’ ἢν ταύτης ἐπιθυμήσῃ , τὴν αἰσχρὰν πρῶθ’ ὑποκρούσει .
Βλέπυρος
619 καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας , ἢν ταῖς αἰσχραῖσι συνῶμεν ,
620 οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ’ οἷ φῂς ἀφικέσθαι ;