Πραξάγορα
214 ὡς δ’ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
215 ἐγὼ διδάξω . πρῶτα μὲν γὰρ τἄρια
216 βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
217 ἁπαξάπασαι , κοὐχὶ μεταπειρωμένας
218 ἴδοις ἂν αὐτάς . δ’ Ἀθηναίων πόλις ,
219 εἰ τοῦτο χρηστῶς εἶχεν , οὐκ ἂν ἐσῴζετο ,
220 εἰ μή τι καινὸν ἄλλο περιηργάζετο .
221 καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
222 ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
223 τὰ Θεσμοφόρι’ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
224 πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ ·
225 τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
225a μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ ·
226 αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ ·
227 οἶνον φιλοῦσ’ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ ·
228 βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ .
229 ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
230 μὴ περιλαλῶμεν , μηδὲ πυνθανώμεθα
231 τί ποτ’ ἄρα δρᾶν μέλλουσιν , ἀλλ’ ἁπλῷ τρόπῳ
232 ἐῶμεν ἄρχειν , σκεψάμενοι ταυτὶ μόνα ,
233 ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
234 σῴζειν ἐπιθυμήσουσιν · εἶτα σιτία
235 τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν ;
236 χρήματα πορίζειν εὐπορώτατον γυνή ,
237 ἄρχουσά τ’ οὐκ ἂν ἐξαπατηθείη ποτέ ·
238 αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι .
239 τὰ δ’ ἄλλ’ ἐάσω · ταῦτ’ ἐὰν πίθησθέ μοι ,
240 εὐδαιμονοῦντες τὸν βίον διάξετε .