Στρεψιάδης
408 νὴ Δί’ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
409 ὀπτῶν γαστέρα τοῖς συγγενέσιν , κᾆτ’ οὐκ ἔσχων ἀμελήσας ·
410 δ’ ἄρ’ ἐφυσᾶτ’ , εἶτ’ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
411 τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον .
Χορός
412 τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ’ ἡμῶν ,
413 ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει ,
414 εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
415 ἐν τῇ ψυχῇ , καὶ μὴ κάμνεις μήθ’ ἑστὼς μήτε βαδίζων ,
416 μήτε ῥιγῶν ἄχθει λίαν μήτ’ ἀριστᾶν ἐπιθυμεῖς ,
417 οἴνου τ’ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων ,
418 καὶ βέλτιστον τοῦτο νομίζεις , ὅπερ εἰκὸς δεξιὸν ἄνδρα ,
419 νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων .
Στρεψιάδης
420 ἀλλ’ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
421 καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου ,
422 ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ’ ἄν .
Σωκράτης
423 ἄλλο τι δῆτ’ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς ,
424 τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν , τρία ταυτί ;