Πισθέταιρος
859 παῦσαι σὺ φυσῶν . Ἡράκλεις τουτὶ τί ἦν ;
860 τουτὶ μὰ Δί’ ἐγὼ πολλὰ δὴ καὶ δείν’ ἰδὼν
861 οὔπω κόρακ’ εἶδον ἐμπεφορβειωμένον .
862 ἱερεῦ σὸν ἔργον , θῦε τοῖς καινοῖς θεοῖς .
Ἱερεύς
864 δράσω τάδ’ . ἀλλὰ ποῦ ’στιν τὸ κανοῦν ἔχων ;
865 εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν
Πισθέταιρος
866 Σουνιέρακε χαῖρ’ ἄναξ Πελαργικέ .
Ἱερεύς
867 καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι
Πισθέταιρος
868 οὐκέτι Κολαινὶς ἀλλ’ Ἀκαλανθὶς Ἄρτεμις .
Ἱερεύς
876 καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων
Πισθέταιρος
877 δέσποινα Κυβέλη , στροῦθε , μῆτερ Κλεοκρίτου .
Ἱερεύς
878 διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι
Πισθέταιρος
880 Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις .
Ἱερεύς
881 καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί , πορφυρίωνι καὶ
886 πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι
887 καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ
888 καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ