Ἐυελπίδης
821 ἆρ’ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία ,
822 ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
τά τ’ Αἰσχίνου γ’ ἅπαντα ;
Πισθέταιρος
823 καὶ λῷστον μὲν οὖν
824 τὸ Φλέγρας πεδίον , ἵν’ οἱ θεοὶ τοὺς γηγενεῖς
825 ἀλαζονευόμενοι καθυπερηκόντισαν .
Ἔποψ
826 λιπαρὸν τὸ χρῆμα τῆς πόλεως . τίς δαὶ θεὸς
827 πολιοῦχος ἔσται ; τῷ ξανοῦμεν τὸν πέπλον ;
Ἐυελπίδης
828 τί δ’ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα ;
Πισθέταιρος
829 καὶ πῶς ἂν ἔτι γένοιτ’ ἂν εὔτακτος πόλις ,
830 ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
831 ἕστηκ’ ἔχουσα , Κλεισθένης δὲ κερκίδα ;
Ἐυελπίδης
832 τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν ;
Ἔποψ
833 ὄρνις ἀφ’ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ ,
834 ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
835 Ἄρεως νεοττός .
Ἐυελπίδης
νεοττὲ δέσποτα ·
836 ὡς δ’ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν .