Ἐυελπίδης
486 διὰ ταῦτ’ ἄρ’ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς μέγας διαβάσκει
487 ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν .
Πισθέταιρος
488 οὕτω δ’ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς , ὥστ’ ἔτι καὶ νῦν
489 ὑπὸ τῆς ῥώμης τῆς τότ’ ἐκείνης , ὁπόταν μόνον ὄρθριον ᾄσῃ ,
490 ἀναπηδῶσιν πάντες ἐπ’ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
491 σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί ·
492 οἱ δὲ βαδίζουσ’ ὑποδησάμενοι νύκτωρ .
Ἐυελπίδης
ἐμὲ τοῦτό γ’ ἐρώτα .
493 χλαῖναν γὰρ ἀπώλεσ’ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον .
494 ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει ,
495 κἄρτι καθηῦδον , καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ’ ᾖσεν ·
496 κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε , κἄρτι προκύπτω
497 ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον ·
498 κἀγὼ πίπτω μέλλω τε βοᾶν , δ’ ἀπέβλισε θοἰμάτιόν μου .
Πισθέταιρος
499 ἰκτῖνος δ’ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν .
Χορός
500 τῶν Ἑλλήνων ;
Πισθέταιρος
καὶ κατέδειξέν γ’ οὗτος πρῶτος βασιλεύων
501 προκυλινδεῖσθαι τοῖς ἰκτίνοις .
Ἐυελπίδης
νὴ τὸν Διόνυσον , ἐγὼ γοῦν
502 ἐκυλινδούμην ἰκτῖνον ἰδών · κᾆθ’ ὕπτιος ὢν ἀναχάσκων
503 ὀβολὸν κατεβρόχθισα · κᾆτα κενὸν τὸν θύλακον οἴκαδ’ ἀφεῖλκον .