Πισθέταιρος
360 εἶτα κατάπηξον πρὸ σαυτοῦ .
Ἐυελπίδης
τοῖσι δ’ ὀφθαλμοῖσι τί ;
Πισθέταιρος
361 ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν τρύβλιον .
Ἐυελπίδης
362 σοφώτατ’ , εὖ γ’ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς ·
363 ὑπερακοντίζεις σύ γ’ ἤδη Νικίαν ταῖς μηχαναῖς .
Χορός
364 ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος · οὐ μέλλειν ἐχρῆν .
365 ἕλκε τίλλε παῖε δεῖρε , κόπτε πρώτην τὴν χύτραν .
Ἔποψ
366 εἰπέ μοι τί μέλλετ’ πάντων κάκιστα θηρίων
367 ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
368 τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα ;
Χορός
369 φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς λύκων ;
370 τίνας τεισαίμεθ’ ἄλλους τῶνδ’ ἂν ἐχθίους ἔτι ;
Ἔποψ
371 εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι ,
372 καὶ διδάξοντές τι δεῦρ’ ἥκουσιν ὑμᾶς χρήσιμον ;
Χορός
373 πῶς δ’ ἂν οἵδ’ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
374 φράσειαν , ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς ;