Λάμαχος
618 δημοκρατία ταῦτα δῆτ’ ἀνασχετά ;
Δικαιόπολις
619 οὐ δῆτ’ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος .
Λάμαχος
620 ἀλλ’ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
621 ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
622 καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν .
Δικαιόπολις
623 ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
624 ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625 πωλεῖν ἀγοράζειν πρὸς ἐμέ , Λαμάχῳ δὲ μή .