Χορός
1034 Κύπριδος δ’ οὐκ ἀμελεῖ θεσμὸς ὅδ’ εὔφρων
1035 δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ .
1036 τίεται δ’ αἰολόμητις
1037 θεὸς ἔργοις ἐπὶ σεμνοῖς .
1038 μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
1039 Πόθος τ’ οὐδὲν ἄπαρνον
1040 τελέθει θέλκτορι Πειθοῖ .
1041 δέδοται δ’ Ἁρμονίᾳ μοῖρ’ Ἀφροδίτας
1042 ψεδυρᾷ τρίβῳ τ’ Ἐρώτων .
1043 φυγάδεσσιν δ’ ἐπιπνοίας κακά τ’ ἄλγη
1044 πολέμους θ’ αἱματόεντας προφοβοῦμαι .
1045 τί ποτ’ εὔπλοιαν ἔπραξαν
1046 ταχυπόμποισι διωγμοῖς ;
1047 τί τοι μόρσιμόν ἐστιν , τὸ γένοιτ’ ἄν .
1048 Διὸς οὐ παρβατός ἐστιν
1049 μεγάλα φρὴν ἀπέρατος ·
1050 μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
1051 προτερᾶν πέλοι γυναικῶν .
Δαναΐς
1052 μέγας Ζεὺς ἀπαλέξαι
1053 γάμον Αἰγυπτογενῆ μοι .
Θεράπαινα
1054 τὸ μὲν ἂν βέλτατον εἴη ·
Δαναΐς
1055 σὺ δὲ θέλγοις ἂν ἄθελκτον .
Θεράπαινα
1056 σὺ δέ γ’ οὐκ οἶσθα τὸ μέλλον .
Δαναΐς
1057 τί δὲ μέλλω φρένα Δίαν
1058 καθορᾶν , ὄψιν ἄβυσσον ;
Θεράπαινα
1059 μέτριον νῦν ἔπος εὔχου ·
Δαναΐς
1060 τίνα καιρόν με διδάσκεις ;
Θεράπαινα
1061 τὰ θεῶν μηδὲν ἀγάζειν .