Δαναός
600 θαρσεῖτε παῖδες . εὖ τὰ τῶν ἐγχωρίων ·
601 δήμου δέδοκται παντελῆ ψηφίσματα .
Χορός
602 χαῖρε πρέσβυ , φίλτατ’ ἀγγέλλων ἐμοί
603 ἔνισπε δ’ ἡμῖν ποῖ κεκύρωται τέλος ,
604 δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται .
Δαναός
605 ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως ,
606 ἀλλ’ ὥστ’ ἀνηβῆσαί με γηραιᾷ φρενί ·
607 πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
608 ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον ·
609 ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
610 κἀρρυσιάστους ξύν τ’ ἀσυλίᾳ βροτῶν ·
611 καὶ μήτ’ ἐνοίκων μήτ’ ἐπηλύδων τινὰ
612 ἄγειν · ἐὰν δὲ προστιθῇ τὸ καρτερόν ,
613 τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
614 ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ .
615 τοιάνδ’ ἔπειθεν ῥῆσιν ἀμφ’ ἡμῶν λέγων
616 ἄναξ Πελασγῶν , ἱκεσίου Ζηνὸς κότον
617 μέγαν προφωνῶν μήποτ’ εἰσόπιν χρόνου
618 πόλιν παχῦναι , ξενικὸν ἀστικόν θ’ ἅμα
619 λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620 ἀμήχανον βόσκημα πημονῆς πέλειν .
621 τοιαῦτ’ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
622 ἔκραν’ ἄνευ κλητῆρος ὡς εἶναι τάδε .
623 δημηγόρους δ’ ἤκουσεν εὐπιθὴς στροφὰς
624 δῆμος Πελασγῶν · Ζεὺς δ’ ἐπέκρανεν τέλος