Κῆρυξ
1011 δοκοῦντα καὶ δόξαντ’ ἀπαγγέλλειν με χρὴ
1012 δήμου προβούλοις τῆσδε Καδμείας πόλεως ·
1013 Ἐτεοκλέα μὲν τόνδ’ ἐπ’ εὐνοίᾳ χθονὸς
1014 θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς ·
1015 στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ’ ἐν πόλει
1016 ἱερῶν πατρῴων δ’ ὅσιος ὢν μομφῆς ἄτερ
1017 τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν .
1018 οὕτω μὲν ἀμφὶ τοῦδ’ ἐπέσταλται λέγειν ·
1019 τούτου δ’ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020 ἔξω βαλεῖν ἄθαπτον , ἁρπαγὴν κυσίν ,
1021 ὡς ὄντ’ ἀναστατῆρα Καδμείων χθονός ,
1022 εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
1023 τῷ τοῦδ’ · ἄγος δὲ καὶ θανὼν κεκτήσεται
1024 θεῶν πατρῴων , οὓς ἀτιμάσας ὅδε
1025 στράτευμ’ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν .
1026 οὕτω πετηνῶν τόνδ’ ὑπ’ οἰωνῶν δοκεῖ
1027 ταφέντ’ ἀτίμως τοὐπιτίμιον λαβεῖν ,
1028 καὶ μήθ’ ὁμαρτεῖν τυμβοχόα χειρώματα
1029 μήτ’ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν ,
1030 ἄτιμον εἶναι δ’ ἐκφορᾶς φίλων ὕπο .
1031 τοιαῦτ’ ἔδοξε τῷδε Καδμείων τέλει .