Ἄγγελος
422 τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί ·
423 Καπανεὺς δ’ ἐπ’ Ἠλέκτραισιν εἴληχεν πύλαις ,
424 γίγας ὅδ’ ἄλλος τοῦ πάρος λελεγμένου
425 μείζων , κόμπος δ’ οὐ κατ’ ἄνθρωπον φρονεῖ ,
426 πύργοις δ’ ἀπειλεῖ δείν’ , μὴ κραίνοι τύχη ·
427 θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
428 καὶ μὴ θέλοντός φησιν , οὐδὲ τὴν Διὸς
429 ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν .
430 τὰς δ’ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
431 μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν ·
432 ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον ,
433 φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη ·
434 χρυσοῖς δὲ φωνεῖ γράμμασιν " πρήσω πόλιν . "
435 τοιῷδε φωτὶ πέμπε τίς ξυστήσεται ,
436 τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ ;