Ἐτεοκλής
69 Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί ,
70 Ἀρά τ’ Ἐρινὺς πατρὸς μεγασθενής ,
71 μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
72 ἐκθαμνίσητε δῃάλωτον , Ἑλλάδος
73 φθόγγον χέουσαν , καὶ δόμους ἐφεστίους ·
74 ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75 ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν ·
76 γένεσθε δ’ ἀλκή · ξυνὰ δ’ ἐλπίζω λέγειν ·
77 πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει .