Χορός
1036 ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
1037 λέγειν . ἄνωγε γάρ σε τὴν αὐθαδίαν
1038 μεθέντ’ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν .
1039 πιθοῦ · σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν .
Προμηθεύς
1040 εἰδότι τοί μοι τάσδ’ ἀγγελίας
1041 ὅδ’ ἐθώυξεν · πάσχειν δὲ κακῶς
1042 ἐχθρὸν ὑπ’ ἐχθρῶν οὐδὲν ἀεικές .
1043 πρὸς ταῦτ’ ἐπ’ ἐμοὶ ῥιπτέσθω μὲν
1044 πυρὸς ἀμφήκης βόστρυχος , αἰθὴρ δ’
1045 ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ’
1046 ἀγρίων ἀνέμων · χθόνα δ’ ἐκ πυθμένων
1047 αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι ,
1048 κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
1049 συγχώσειεν τῶν οὐρανίων
1050 ἄστρων διόδους · εἴς τε κελαινὸν
1051 Τάρταρον ἄρδην ῥίψειε δέμας
1052 τοὐμὸν ἀνάγκης στερραῖς δίναις ·
1053 πάντως ἐμέ γ’ οὐ θανατώσει .
Ἑρμῆς
1054 τοιάδε μέντοι τῶν φρενοπλήκτων
1055 βουλεύματ’ ἔπη τ’ ἔστιν ἀκοῦσαι .
1056 τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν
1057 τοῦδ’ εὐχή ; τί χαλᾷ μανιῶν ;
1058 ἀλλ’ οὖν ὑμεῖς γ’ αἱ πημοσύναις
1059 συγκάμνουσαι ταῖς τοῦδε τόπων
1060 μετά ποι χωρεῖτ’ ἐκ τῶνδε θοῶς ,
1061 μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
1062 βροντῆς μύκημ’ ἀτέραμνον .