Χορός
507 μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα ,
508 σαυτοῦ δ’ ἀκήδει δυστυχοῦντος . ὡς ἐγὼ
509 εὔελπίς εἰμι τῶνδέ σ’ ἐκ δεσμῶν ἔτι
510 λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός .
Προμηθεύς
511 οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
512 κρᾶναι πέπρωται , μυρίαις δὲ πημοναῖς
513 δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω ·
514 τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα μακρῷ .
Χορός
515 τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος ;
Προμηθεύς
516 Μοῖραι τρίμορφοι μνήμονές τ’ Ἐρινύες
Χορός
517 τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος ;
Προμηθεύς
518 οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην .
Χορός
519 τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν ;
Προμηθεύς
520 τοῦτ’ οὐκέτ’ ἂν πύθοιο μηδὲ λιπάρει .
Χορός
521 πού τι σεμνόν ἐστιν ξυναμπέχεις .
Προμηθεύς
522 ἄλλου λόγου μέμνησθε , τόνδε δ’ οὐδαμῶς
523 καιρὸς γεγωνεῖν , ἀλλὰ συγκαλυπτέος
524 ὅσον μάλιστα · τόνδε γὰρ σῴζων ἐγὼ
525 δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω .