Προμηθεύς
332 ζηλῶ σ’ ὁθούνεκ’ ἐκτὸς αἰτίας κυρεῖς
333 τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί .
334 καὶ νῦν ἔασον μηδέ σοι μελησάτω .
335 πάντως γὰρ οὐ πείσεις νιν · οὐ γὰρ εὐπιθής .
336 πάπταινε δ’ αὐτὸς μή τι πημανθῇς ὁδῷ .
Ὠκεανός
337 πολλῷ γ’ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
338 σαυτόν · ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι .
340 ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς .
341 αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
342 δώσειν Δί’ , ὥστε τῶνδέ σ’ ἐκλῦσαι πόνων .