Ἄγγελος
480 ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
481 κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν ·
482 στρατὸς δ’ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
483 διώλλυθ’ , οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
484 δίψῃ πονοῦντες , οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ
485 διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
486 καὶ Δωρίδ’ αἶαν , Μηλιᾶ τε κόλπον , οὗ
487 Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ ·
488 κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
489 καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490 βορᾶς ἐδέξαντ’ · ἔνθα δὴ πλεῖστοι ’θάνον
491 δίψῃ τε λιμῷ τ’ · ἀμφότερα γὰρ ἦν τάδε .
492 Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
493 χώραν ἀφικόμεσθ’ , ἐπ’ Ἀξίου πόρον ,
494 Βόλβης θ’ ἕλειον δόνακα , Πάγγαιόν τ’ ὄρος ,
495 Ἠδωνίδ’ αἶαν · νυκτὶ δ’ ἐν ταύτῃ θεὸς
496 χειμῶν’ ἄωρον ὦρσε , πήγνυσιν δὲ πᾶν
497 ῥέεθρον ἁγνοῦ Στρυμόνος . θεοὺς δέ τις
498 τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο
499 λιταῖσι , γαῖαν οὐρανόν τε προσκυνῶν .
500 ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
501 στρατός , περᾷ κρυσταλλοπῆγα διὰ πόρον ·
502 χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
503 ἀκτῖνας ὡρμήθη , σεσωσμένος κυρεῖ .
504 φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505 μέσον πόρον διῆκε , θερμαίνων φλογί .
506 πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν · ηὐτύχει δέ τοι
507 ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου .
508 ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας ,
509 Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ ,
510 ἥκουσιν ἐκφυγόντες , οὐ πολλοί τινες ,
511 ἐφ’ ἑστιοῦχον γαῖαν · ὡς στένειν πόλιν
512 Περσῶν , ποθοῦσαν φιλτάτην ἥβην χθονός .
513 ταῦτ’ ἔστ’ ἀληθῆ · πολλὰ δ’ ἐκλείπω λέγων
514 κακῶν Πέρσαις ἐγκατέσκηψεν θεός .