Ἄτοσσα
433 αἰαῖ , κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
434 Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει .
Ἄγγελος
435 εὖ νυν τόδ’ ἴσθι , μηδέπω μεσοῦν κακόν ·
436 τοιάδ’ ἐπ’ αὐτοῖς ἦλθε συμφορὰ πάθους
437 ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ .
Ἄτοσσα
438 καὶ τίς γένοιτ’ ἂν τῆσδ’ ἔτ’ ἐχθίων τύχη ;
439 λέξον τίν’ αὖ φὴς τήνδε συμφορὰν στρατῷ
440 ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα .
Ἄγγελος
441 Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν ,
442 ψυχήν τ’ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς ,
443 αὐτῷ τ’ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί ,
444 τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ .
Ἄτοσσα
445 οἲ ’γὼ τάλαινα συμφορᾶς κακῆς , φίλοι .
446 ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι ;