Ὀρέστης
269 οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270 χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν ,
271 κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
272 ἄτας ὑφ’ ἧπαρ θερμὸν ἐξαυδώμενος ,
273 εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους ·
274 τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων ,
275 ἀποχρημάτοισι ζημίαις ταυρούμενον ·
276 αὐτὸν δ’ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
277 τείσειν μ’ ἔχοντα πολλὰ δυστερπῆ κακά .
278 τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
279 βροτοῖς πιφαύσκων εἶπε , τὰς δ’ αἰνῶν νόσους ,
280 σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
281 λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν ·
282 λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ ·
283 ἄλλας τ’ ἐφώνει προσβολάς Ἐρινύων
284 ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας ·
285 τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
286 ἐκ προστροπαίων ἐν γένει πεπτωκότων ,
287 καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
288 ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ’ ὀφρὺν
289 κινεῖ , ταράσσει , καὶ διώκεσθαι πόλεως
290 χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας .
291 καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
292 εἶναι μετασχεῖν , οὐ φιλοσπόνδου λιβός ,
293 βωμῶν τ’ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
294 μῆνιν · δέχεσθαι { δ’ } οὔτε συλλύειν τινά .
295 πάντων δ’ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
296 κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ .
297 τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι ;
298 κεἰ μὴ πέποιθα , τοὔργον ἔστ’ ἐργαστέον .
299 πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι ,
300 θεοῦ τ’ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα ,
301 καὶ πρὸς πιέζει χρημάτων ἀχηνία ,
302 τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν ,
303 Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί ,
304 δυοῖν γυναικοῖν ὧδ’ ὑπηκόους πέλειν .
305 θήλεια γὰρ φρήν · εἰ δὲ μή , τάχ’ εἴσεται .